Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλʼ ὅτε δή ῥʼ ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι,
  2. δὴ τότʼ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη
  3. θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις· ἀμφὶ δὲ πάντη
  4. δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο
  5. ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο.
  6. πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ
  7. οὐρανὸς ἠδʼ αἰθήρ, γαίῃ δʼ ἅμα κεῖτο θάλασσα·
  8. ἐν δʼ ἄνεμοι νεφέλαι τε σελήνη τʼ ἠέλιός τε
  9. κεκριμένʼ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα,
  10. ὁππόσα δινήεντα κατʼ οὐρανὸν ἀμφιφέρονται.
  11. τῷ δʼ ἄρʼ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτʼ ἀήρ·
  12. ἐν τῷ δʼ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο·
  13. φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι.
  14. Τηθὺς δʼ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα·
  15. τῶν δʼ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν
  16. κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης.
  17. ἀμφὶ δʼ ἄρʼ εὖ ἤσκηντο κατʼ οὔρεα μακρὰ λέοντες
  18. σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δʼ ἀλεγειναὶ
  19. ἄρκτοι πορδάλιές τε, σύες θʼ ἅμα τῇσι πέλοντο
  20. ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι