Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ
- κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι
- Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δʼ οὐκ ἀνεμώλιον ἦεν.
- ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν
- ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα
- ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα.
- ἀσχαλόων δʼ ἔρριψε βέλος· τὸ δʼ ἄρʼ αἶψα κιοῦσαι
- πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι
- ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει
- ἄμβροτον ἰὸν ὀλέσθαι ἀπʼ ἀθανάτοιο μολόντα.
- δεξάμενος δʼ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον
- ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα
- πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν·
- οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι
- οἱ δʼ αὖτʼ Ἀργείοις, διὰ δʼ ἄνδιχα μητιόωντες
- δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.
- τὸν δʼ ὁπότʼ εἰσενόησε Διὸς πινυτὴ παράκοιτις,
- αὐτίκα μιν νείκεσσεν ἀνιηροῖς ἐπέεσσιν·
- Φοῖβε, τί ἢ τόδʼ ἔρεξας ἀτάσθαλον ἤματι τῷδε,
- λησάμενος κείνοιο, τὸν ἀθάνατοι γάμον αὐτοὶ