Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀντιθέῳ Πηλῆι συνήρσαμεν; ἐν δὲ σὺ μέσσοις
  2. δαινυμένοις ἤειδες, ὅπως Θέτιν ἀργυρόπεζαν
  3. Πηλεὺς ἤγετʼ ἄκοιτιν ἁλὸς μέγα λαῖτμα λιποῦσαν,
  4. καί σευ φορμίζοντος ἐπήιεν ἀθρόα φῦλα,
  5. θῆρές τʼ οἰωνοί τε βαθυσκόπελοί τε κολῶναι
  6. καὶ ποταμοὶ καὶ πᾶσα βαθύσκιος ἤιεν ὕλη.
  7. ἀλλὰ τά γʼ ἐξελάθου, καὶ ἀμείλιχον ἔργον ἔρξας
  8. κτείνας ἀνέρα δῖον, ὃν ἀθανάτοισι σὺν ἄλλοίς
  9. νέκταρ ἀποσπένδων ἠρήσαο παῖδα γενέσθαι
  10. ἐκ Θέτιδος Πηλῆι· τεῆς δʼ ἐπελήσαο ἀρῆς
  11. ἦρα φέρων λαοῖσι κραταιοῦ Λαομέδοντος,
  12. ᾧ πάρα βουκολέεσκες· ὁ δʼ ἀθάνατόν περ ἐόντα
  13. θνητὸς ἐὼν ἀκάχιζε· σὺ δʼ ἀφρονέων ἐνὶ θυμῷ
  14. ἦρα φέρεις Τρώεσσι λελασμένος ὅσσʼ ἐμόγησας.
  15. σχέτλιος, οὔ νύ τι οἶδας ἐνὶ φρεσὶ λευγαλέῃσιν,
  16. οὔθʼ ὅτις ἀργαλέος καὶ ἐπάξιος ἄλγεα πάσχειν,
  17. οὔθʼ ὅτις ἀθανάτοισι τετιμένος· ἦ γὰρ Ἀχιλλεὺς
  18. ἤπιος ἄμμι τέτυκτο καὶ ἐξ ἡμέων γένος ἦεν.
  19. ἀλλʼ οὐ μὰν Τρώεσσιν ἐλαφρότερον πόνον οἴω
  20. ἔσσεσθʼ Αἰακίδαο δεδουπότος, οὕνεκʼ ἄρʼ αὐτοῦ