Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄλλοτε δʼ οἰωνῷ ἐναλίγκιος ἤ πυρὸς ὁρμῇ·
  2. οὐδέ με θνητός ἀνὴρ δύνατʼ ἐν λεχέεσσι δαμάσσαι
  3. φαινομένην, ὅσα γαῖα καὶ οὐρανὸς ἐντὸς ἐέργει,
  4. μέσφʼ ὅτε μοι κατένευσεν Ὀλύμπιος υἱέα δῖον
  5. ἔκπαγλον θήσειν καὶ ἀρήϊον. ἀλλὰ τὰ μέν που
  6. ἀτρεκέως ἐτέλεσσεν· ὁ γὰρ πέλε φέρτατος ἀνδρῶν·
  7. ἀλλά μιν ὠκύμορον ποιήσατο καί μʼ ἀκάχησε.
  8. τοὔνεκʼ ἐς οὐρανὸν εἶμι· Διὸς δʼ ἐς δώματʼ ίοῦσα
  9. κωκύσω φίλον υἷα, καὶ ὁππόσα πρόσθʼ ἐμόγησα
  10. ἀμφʼ αὐτῷ καὶ παισὶν ἀεικέα τειρομένοισι
  11. μνήσω ἀκηχεμένη, ἵνα οἱ σὺν θυμὸν ὀρίνω.
  12. ὣς ἔφατʼ αἰνὰ γοῶσʼ ἁλίη Θέτις· ἡ δέ οἱ αὐτὴ
  13. Καλλιόπη φάτο μῦθον ἀρηραμένη φρεσὶ θυμόν·
  14. ἴσχεο κωκυτοῖο, θεὰ Θέτι, μηδʼ ἀλύουσα
  15. εἵνεκα παιδός ἑοῖο θεῶν μεδέοντι καὶ ἀνδρῶν
  16. σκύεο· καὶ γὰρ Ζηνὸς ἐριβρεμέταο ἄνακτος
  17. υἷες ὁμῶς ἀπόλοντο κακῇ περὶ κηρὶ δαμέντες·
  18. κάτθανε δʼ υἱὸς ἐμεῖο καὶ αὐτῆς ἀθανάτοιο
  19. Ὀρφεύς, οὖ μολπῇσιν ἐφέσπετο πᾶσα μὲν ὕλη,
  20. πᾶσα δʼ ἄρʼ ὀκριόεσσα πέτρη ποταμῶν τε ῥέεθρα