Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀμφὶ νέκυν στενάχοντο καὶ ἀθάνατοί περ ἐοῦσαι
- πᾶσαι ὁμῶς· ἀκταὶ δὲ περίαχον Ἑλλησπόντου·
- δεύετο δὲ χθὼν πᾶσα περὶ νέκυν Αἰακίδαο
- δάκρυσιν· ὥς μέγα πένθος ἀνέστενον· ἀμφὶ δὲ λαῶν
- μυρομένων δακρύοισι φορύνετο τεύχεα πάντα
- καὶ κλισίαι καὶ νῆες, ἐπεὶ μέγα πένθος ὀρώρει.
- μήτηρ δʼ ἀμφιχυθεῖσα κύσε στόμα Πηλείωνος
- παιδὸς ἑοῦ, καὶ τοῖον ἔπος φάτο δακρυχέουσα·
- γηθείτω ῥοδόπεπλος ἀνʼ οὐρανόν Ἠριγένεια,
- γηθείτω φρεσὶν ᾖσι μεθεὶς χόλον Ἀστεροπαίου
- ἄξιος εὐρυρέεθρος ἰδὲ Πριάμοιο γενέθλη·
- αὐτάρ ἐγὼ πρὸς Ὄλυμπον ἀφίξομαι, ἀμφί δὲ ποσσὶ
- κείσομαι ἀθανάτοιο Διὸς μεγάλα στενάχουσα,
- οὕνεκά μʼ οὐκ ἐθέλουσαν ὑπʼ ἀνέρι δῶκε δαμῆναι,
- ἀνέρι, τὸν τάχα γῆρας ἀμείλιχον ἀμφιμέμαρπε,
- κῆρές τʼ ἐγγὺς ἔασι τέλος θανάτοιο φέρουσαι.
- ἀλλά μοι οὐ κείνοιο μέλει τόσον, ὡς Ἀχιλῆος,
- ὅν μοι Ζεύς κατένευσεν ἐν Αἰακίδαο δόμοισιν
- ἴφθιμον θήσειν, ἐπεὶ οὔτι μοι ἥνδανεν εὐνή·
- ἀλλʼ ὁτὲ μὲν ζαὴς ἄνεμος πέλον, ἄλλοτε δʼ ὕδωρ,