Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης,
  2. δὴ τότʼ ἄρʼ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν
  3. αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα
  4. καί μιν ταρχύσαντο παρʼ ᾐόσιν Ἑλλησπόντου
  5. πολλὰ μάλʼ ἀχνύμενοι· περὶ δʼ ἔστενον ὄβριμοι υἷες
  6. Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος
  7. Νέστορι ἦρα φέροντας· ὁ δʼ οὐ μέγα δάμνατο θυμῷ·
  8. ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος
  9. θαρσαλέως καὶ μή τι κατηφιόωντʼ ἀκάχησθαι.
  10. Πηλείδης δʼ ἑτάροιο χολούμενος Ἀντιλόχοιο
  11. σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δέ καὶ αὐτοὶ
  12. καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα
  13. τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκʼ ἄρα σφι
  14. κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον
  15. πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος
  16. χερσὶν ὕπʼ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς
  17. φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι.
  18. αἶψα δʼ ἄρʼ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον
  19. Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τʼ Ἀργείων
  20. μαιμώωντʼ ἐς Ἄρηα διεγρομένου πολέμοιο.