Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Μέμνονας· οἵ ῥʼ ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος
  2. ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες
  3. σήματος· ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν
  4. Μέμνονι ἦρα φέροντες· ὁ δʼ εἰν Ἀΐδαο δόμοισιν
  5. ἠέ που ἐν μακάρεσσι κατʼ Ἠλύσιον πέδον αἴης
  6. καγχαλάᾳ· καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
  7. δερκομένη· τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
  8. εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
  9. πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα.
  10. καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
  11. οἰωνοὶ τελέουσι θοοί· τότε δʼ ἄμβροτος Ἠὼς
  12. οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,
  13. αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
  14. παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει,
  15. καίπερ ἔτʼ ἀχνυμένην. ἡ δʼ οὐ λάθεθʼ οἶο δρόμοιο·
  16. δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
  17. ἐξ οὗ πάντα πέλονται, ὅσʼ ὠκεανοῖο ῥέεθρα
  18. ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
  19. τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν· ἡ δὲ καὶ αὐτὴ
  20. αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρʼ αἴγλην.