Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας
  2. παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει,
  3. καίπερ ἔτʼ ἀχνυμένην. ἡ δʼ οὐ λάθεθʼ οἶο δρόμοιο·
  4. δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν,
  5. ἐξ οὗ πάντα πέλονται, ὅσʼ ὠκεανοῖο ῥέεθρα
  6. ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων.
  7. τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν· ἡ δὲ καὶ αὐτὴ
  8. αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρʼ αἴγλην.