Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἠέ που ἐν μακάρεσσι κατʼ Ἠλύσιον πέδον αἴης
  2. καγχαλάᾳ· καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς
  3. δερκομένη· τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες
  4. εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω
  5. πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα.
  6. καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης
  7. οἰωνοὶ τελέουσι θοοί· τότε δʼ ἄμβροτος Ἠὼς
  8. οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις,