Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δʼ ἄλλους
  2. σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς
  3. ὥρμαινεν πονέεσθαι ἀφʼ ἅρματος, οὕνεκʼ ἄρʼ αὐτὸν
  4. παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε
  5. πὰρ δύναμιν· μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς
  6. κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρʼ αὐτὸν
  7. Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν
  8. αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·
  9. ὧ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι
  10. πρεσβυτέροιο γεγῶτος, ἐπεί γʼ εὖ οἶδα νοῆσαι·
  11. ἦ γὰρ ἔγωγʼ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα
  12. ἀντιάαν δηίοισι· θρασὺς δέ μοι ἔλπετο θυμὸς
  13. χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον.
  14. ἀλλʼ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο,
  15. χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ,
  16. μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγʼ ἀμείνονι φωτὶ
  17. μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται
  18. ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι.
  19. ὣς φάτο· τὸν δʼ ἑτέρωθι γέρων ἠμείβετο μύθῳ·
  20. ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντʼ ἀγορεύεις·