Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Μέμνονος ὡρμήθησαν ἀνʼ αἱματόεντα κυδοιμόν.
  2. ὠς δʼ ὅταν ἀγρευτῆρε κατὰ πτύχας ὑληέσσας
  3. οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης
  4. ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀΐσσωσι [*](Zimmermann, for ἀΐσσονσι of v.)
  5. κτεινέμεναι μεμαῶτες, ὁ δʼ ἀμφοτέροις ἐπορούσας
  6. θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν·
  7. ὣς τότε καὶ Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι
  8. ἤλυθον· ἀλλά μιν οὔτι κατακτανέειν ἐδύναντο
  9. μακρῇσιν μελίῃσιν· ἀπέπλαγχθεν δέ οἱ αἰχμαὶ
  10. τῆλε χροός· μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια·
  11. δούρατα δʼ οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλʼ ὁ μὲν ὦκα
  12. ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος
  13. Φηρεὺς ὀβριμόθυμος, ὁ δʼ ἔκτανε Λαομέδοντα
  14. Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς,
  15. ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  16. χερσὶν ὑπʼ ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχη
  17. οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ
  18. Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δʼ ἅτε θῶε
  19. ἀμφʼ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα
  20. οὔτι πρόσω μεμαῶτες ἔτʼ ἐλθέμεν· αἰνὰ δὲ Νέστωρ