Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.
  2. ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ
  3. χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους
  4. καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα·
  5. ὣς δʼ αὕτως Ἀκάμαντα κύσεν, περὶ δέ σφισι δάκρυ
  6. ἡδὺ κατὰ βλεφάροιϊν ἐχεύατο μυρομένοισιν·
  7. ὡς δʼ ὁπότʼ αἰζηοῖο μετʼ ἀλλοδαποῖσιν ἐόντος
  8. λαοὶ φημίξωσι μόρον, τὸν δʼ ἔκποθεν υἷες
  9. ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα
  10. κλαίουσιν μάλα τερπνόν· ὁ δʼ ἔμπαλια παισὶ καὶ αὐτὸς
  11. μύρεται ἐν μεγάροισιν ἐπωμαδόν, ἀμφὶ δὲ δῶμα
  12. ἡδὺ κινυρομένων γοερὴ περιπέπτατʼ ἰωή·
  13. ὣς τῶν πυρομένων λαρὸς γόος ἀμφιδεδήει.
  14. καὶ τότε που Πριάμοιο πολυκτήτοιο θύγατρα
  15. Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι
  16. εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρα ἑ γαῖα
  17. ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα.
  18. τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθεν
  19. ῥῆξεν ἀπειρεσίην· ἡ δʼ ἐννεσίῃσι θεοῖο
  20. κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου,