Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Αἰγεύς· ἐκ δʼ ἄρʼ ἐμεῖο κλυτὸς πάϊς ἔπλετο Θησεύς.
  2. ἀλλά με, πρὸς μεγάλοιο Διός , τερπνῶν τε τοκήων,
  3. εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδʼ ἵκοντο
  4. υἷες ἅμʼ Ἀτρείδῃσι, φίλοις παίδεσσιν ἐκείνου
  5. δείξατʼ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω
  6. ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ,
  7. ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω.
  8. ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος,
  9. ἀμφʼ Ἑλένης ὅσʼ ἔρεξε, καὶ ὡς διέπερσαν Ἀφίδνας
  10. κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότʼ ἄρʼ αὐτοὺς
  11. ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι
  12. νηπιάχους ἔτʼ ἐόντας· ἀνεμνήσαντο δʼ ἀγαυῆς
  13. Αἴθρης, ὅσσʼ ἐμόγησε δορυκτήτῳ ὑπʼ ἀνάγκῃ,
  14. ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα
  15. ἀντιθέης Ἑλένης· σὺν δʼ ἀμφασίῃ κεχάροντο.
  16. Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπεν·
  17. σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ
  18. αὐτίκʼ, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας
  19. ἡμέας, οἵ σε φίλῃς συναειράμενοι παλάμῃσιν
  20. οἴσομεν ἐς νῆας, καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας