Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔμπεσε καιομένη, ἐπὶ δʼ ἤριπεν αἰπὺς ὄλεθρος.
  2. πολλαὶ δʼ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν
  3. ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων,
  4. οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δʼ ἀνὰ ποσσὶν ἰοῦσαι
  5. παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων.
  6. ἵπποι δʼ αὖτε κύνες τε διʼ ἄστεος ἐπτοίηντο
  7. φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ
  8. στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες
  9. αἰὲν ἐνερρήγνυντο. [*](Zimmermann, ex P, for ἐπερρώοντο of Koechly.) βοὴ δʼ ἀμφίαχεν ἄστυ.
  10. καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο
  11. ---
  12. φθεγγομένου· τοὺς δʼ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν·
  13. ἄλλον δʼ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου.
  14. φλὸξ δʼ ἄρʼ ἐς ἠέρα δῖαν ἀνέγρετο· πέπτατο δʼ αἴγλη
  15. ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο
  16. μέχρις ἐπʼ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα
  17. Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο·
  18. καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον·
  19. ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον
  20. πολλὰ μάλʼ ἀμφʼ Ἑλένης ἑλικοβλεφάροιο καμόντες,