Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καίετο δʼ Αἰνείαο δόμος, [*](Two hemistichs supplied by Zimmermann, ex P.) καίοντο δὲ πάντα
  2. Ἀντιμάχοιο μέλαθρα· καταίθετο δʼ ἄσπετος ἄκρη
  3. Πέργαμον ἀμφʼ ἐρατὴν περί θʼ ἱερὸν Ἀπόλλωνος
  4. νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν
  5. ἑρκείου· ζάθεον Τριτωνίδος ἀμφί τε ἐρατεινοὶ
  6. υἱωνῶν Πριάμοιο· πόλις δʼ ἀμαθύνετο πᾶσα.
  7. Τρῶες δʼ οἱ μὲν παισὶν ὑπʼ Ἀργείων ὀλέκοντο,
  8. οἱ δʼ ὑπὸ λευγαλέου τε πυρὸς σφετέρων τε μελάθρων,
  9. ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη,
  10. ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν
  11. πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες,
  12. οἱ δʼ ἄρʼ ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν
  13. κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ.
  14. καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμενʼ ἀϋτὴν
  15. ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας
  16. ὥρμηνεν πονέεσθαι ἐφʼ ὕδατι· τὸν δὲ παραφθὰς
  17. Ἀργείων τις ἔτυψεν ὑπʼ ἔγχεϊ καί οἱ ὄλεσσε
  18. θυμὸν ὑπʼ ἀκρὴτῳ βεβαρημένον· ἤριπε δʼ εἴσω
  19. δώματος· ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις.
  20. ἄλλῳ δʼ αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη