Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. πλευρὰ διεξώϊξεν ἐϋμμελίῃ, ὑπʼ Ἐπειῷ.
  2. βαιὸν δʼ ἐξανέδυ σανίδων ὕπερ, ἀμφὶ δὲ πάντῃ
  3. Τρῶας παπταίνεσκεν, ἐγρηγορότʼ εἴπου ἴδοιτο·
  4. ὡς δʼ ὅταν ἀργαλέῳ λιμῷ βεβολημένος ἦτορ
  5. ἐξ ὀρέων ἔλθῃσι λύκος χατέων μάλʼ ἐδωδῆς
  6. ποίμνης πρὸς σταθμὸν εὐρὺν, ἀλευόμενος δʼ ἄρα φῶτας
  7. καὶ κύνας, οἵ ῥά τε μῆλα φυλασσέμεναι μεμάασι,
  8. βαίνῃ ποσσὶν ἕκηλος ὑπὲρ ποιμνήιον ἕρκος·
  9. ὣς Ὀδυσεὺς ἵπποιο κατήιεν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ
  10. ὄβριμοι ἄλλοι ἕποντο Πανελλήνων βασιλῆες
  11. νισσόμενοι κλίμαξι κατὰ στίχας, ἅς περ Ἐπειὸς
  12. τεῦξεν ἀριστήεσσιν ἐϋσθενέεσσι κέλευθα
  13. ἵππον ἐσερχομένοισι καὶ ἐξ ἵπποιο κιοῦσιν.
  14. οἵ ῥα τότʼ ἀμφʼ αὐτῇσι κατήιον ἄλλοθεν ἄλλοι,
  15. θαρσαλέοις σφήκεσσιν ἐοικότες, οὕδ τε κλονήσῃ
  16. δρυτόμος, οἱ δʼ ἅμα πάντες ὀρινόμενοι περὶ θυμῷ
  17. ὄζου ὑπεκπροχέονται, ὅτε κτύπον εἰσαΐουσιν·
  18. ὣς οἵ ἐξ ἵπποιο μεμαότες ἐξεχέοντο
  19. ἐς Τρώων πτολίεθρον ἐΰκτιτον· ἐν δʼ ἄρα τοῖσι
  20. πάλλετʼ ἐνὶ στέρνοισι κέαρ ---