Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. εὖτε γὰρ ὕπνος ἔρυκεν ἀνὰ πτόλιν ἄλλοθεν ἄλλον
  2. οἴνῳ ἀναπλήθοντας ἀπειρεσίῳ καὶ ἐδωδῇ,
  3. δὴ τότʼ ἄρʼ αἰθαλόεντα Σίνων ἀνὰ πυρσὸν ἄειρε
  4. δεικνὺς Ἀργείοισι πυρὸς σέλας. ἀμφὶ δέ οἱ κῆρ
  5. ἄσπετα πορφύρεσκε κατὰ φρένα, μή μιν ἴδωνται
  6. Τρῶες ἐϋσθενέες, τάχα δʼ ἀμφαδὰ πάντα γένηται·
  7. ἀλλʼ οἱ μὲν λεχέεσι πανύστατον ὕπνον ἴαυον
  8. πολλῷ ὑπʼ ἀκρήτῳ βεβαρηότες· οἱ δʼ ἐσιδόντες
  9. ἐκ Τενέδου νήεσσιν ἐπὶ πλόον ἐντύνοντο.
  10. αὐτὸς δʼ ἄγχʼ ἵπποιο Σίνων κίεν· ἦκα δʼ ἄϋσεν,
  11. ἦκα μάκʼ, ὡς μήπου τις ἐνὶ Τρώεσσι πύθηται,
  12. ἀλλʼ οἶοι Δαναῶν ἡγήτορες, ὧν ἀπὸ νόσφιν
  13. ὕπνος ἄδην πεπότητο λιλαιομένων πονέεσθαι.
  14. οἵ ῥά οἱ ἔνδον ἐόντες ἐπέκλυον, ἐς δʼ Ὀδυσῆα
  15. πάντες ἐπʼ οὔατʼ ἔνευσαν· ὁ δέ σφεας ὀτρύνεσκεν
  16. ἦκα καὶ ἀτρεμέως ἐκβήμεναι· οἱ δʼ ἐπίθοντο
  17. ἐς μόθον ὀτρύνοντι, καὶ ἐξ ἵπποιο χαμᾶζε
  18. ὥρμαινον προνέεσθαι· ὁ δʼ ἰδρείῃσιν ἔρυκε
  19. πάντας ἅμʼ ἐσσυμένους· αὐτὸς δʼ ἄρα χερσὶ θοῇσιν
  20. ἵππου δουρατέοιο μάλʼ ἀτρέμας ἔνθα καὶ ἔνθα