Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἰλαδὸν ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα
  2. μίμνωσιν, κείνοιο γλάγος ποτὶ σῶμα φέροντος,
  3. ---
  4. νηδύα πλησάμενοι πολυχανδέα πάντʼ ἐπιόντες
  5. αἷμα μέλαν πίνουσιν, ἅπαν δʼ ὀλέκουσι μένοντες
  6. πῶϋ, κακὴν δʼ ἄρα δαῖτα λυγρῷ τεύχουσι νομῆι·
  7. ὣς Δαναοὶ Πριάμοιο κατὰ πτόλιν ἄλλον ἐπʼ ἄλλῳ
  8. κτεῖνον ἐπεσσύμενοι πυμάτην ἀνὰ δηϊοτῆτα·
  9. οὐδʼ ἄρʼ ἔην Τρώων τις ἀνούτατος, ἀλλʼ ἅμα πάντων
  10. γναμπτὰ μέλη πεπάλακτο μελαινόμενʼ αἵματι πολλῷ.
  11. οὐδὲ μὲν Ἀργείοισιν ἀνούτατος ἔπλετο δῆρις,
  12. ἀλλʼ οἱ μὲν δεπάεσσι τετυμμένοι, οἱ δὲ τραπέζαις,
  13. οἱ δʼ ἔτι καιομένοισιν ἐπʼ ἐσχαρεῶνι τυπέντες
  14. δαλοῖς, οἱ δʼ ὀβελοῖσι πεπαρμένοι ἐκπνείεσκον,
  15. οἷς ἔτι που καὶ σπλάγχνα συῶν περὶ θερμὰ λέλειπτο
  16. Ἡφαίστου μαλεροῖο περιζείοντος ἀϋτμῇ·
  17. ἄλλοι δʼ αὖ πελέκεσσι καὶ ἀξίνῃσι θοῇσιν
  18. ἤσπαιρον δμηθέντες ἐν αἵματι· τῶν δʼ ἀπὸ χειρῶν
  19. δάκτυλοι ἐτμήθησαν, ἐπὶ ξίφος εὖτε βάλοντο
  20. χεῖρας ἐελδόμενοι στυγερὰς ἀπὸ Κῆρας ἀμύνειν·