Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἰδῶ ἀπεκρύψαντο δυσάμμοροι· αἱ δʼ ἀλεγεινῶς
  2. ἐκ κεφαλῆς τίλλοντο κόμην καὶ στήθεα χερσὶ
  3. θεινόμεναι γοάασκον ἄδην· ἕτεραι δὲ κυδοιμὸν
  4. δυσμενέων ἔτλησαν ἐναντίον, ἐκ δʼ ἐλάθοντο
  5. δείματος, ὀλλυμένοισιν ἀρηγέμεναι μεμαυῖαι
  6. ἀνδράσιν ἢ τεκέεσσιν, ἐπεὶ μέγα θάρσος ἀνάγκη
  7. ὤπασεν. οἰμωγὴ δʼ ἀταλάφρονας ἔκβαλεν ὕπνου
  8. νηπιάχους, τῶν οὔπω ἐπίστατο κήδεα θυμός·
  9. ἄλλοι δʼ ἀμφʼ ἄλλοισιν ἀπέπνεον· οἱ δʼ ἐπέχυντο
  10. πότμον ὁμῶς ὁρόωντες ὀνείρασιν· ἀμφὶ δὲ λυγραὶ
  11. κῆρες ὀϊζυρῶς ἐπεγήθεον ἀλλυμένοισιν.
  12. οἱ δʼ ὡς ἀφνειοῖο σύες κατὰ δώματʼ ἄνακτος
  13. εἰλαπίνην λαοῖσιν ἀπείριτον ἐντύνοντος
  14. μυρίοι ἐκτείνοντο· λυγρῷ δʼ ἀνεμίσγετο λύθρῳ
  15. οἶνος ἔτʼ ἐν κρητῆρσι λελειμμένος· οὐδέ τις ἦεν,
  16. ὅς κεν ἄνευθε φόνοιο φέρε στονόεντα σίδηρον,
  17. οὐδʼ εἴ τις μαλʼ ἄναλκις ἔην· ὀλέκοντο δὲ Τρῶες.
  18. ὡς δʼ ὑπὸ θώεσι μῆλα δαΐζεται ἠὲ λύκοισι
  19. καύματος ἐσσυμένοιο δυσαέος ἤματι μέσσῳ
  20. ποιμένος οὐ παρεόντος, ὅτε σκιερῷ ἐνὶ χώρῳ