Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἔντοσθεν πυλέων· μάλα μυρία δʼ ἄλλα φαάνθη
  2. σήματα Δαρδανίδῃσι καὶ ἄστεϊ πῆμα φέροντα.
  3. ἀλλʼ οὐ δεῖμʼ ἀλεγεινὸν ὑπὸ Τρώων φρένας ἷξε
  4. δερκομένων ἀλεγεινὰ τεράατα πάντα κατʼ ἄστυ·
  5. κῆρες γὰρ πάντων νόον ἔκβαλον, ὄφρʼ ἐπὶ δαιτὶ
  6. πότμον ἀναπλήσωσιν ὑπʼ Ἀργείοισι δαμέντες.
  7. οἴη δʼ ἔμπεδον ἦτορ ἔχεν πινυτόν τε νόημα
  8. Κασσάνδρη, τῆς οὔποτʼ ἔπος γένετʼ ἀκράαντον,
  9. ἀλλʼ ἄρʼ ἐτήτυμον ἔσκεν· ἀκούετο δʼ ἔκ τινος αἴσης
  10. ὡς ἀνεμώλιον αἰέν, ἵνʼ ἄλγεα Τρωσὶ γένηται.
  11. ἡ ῥʼ ὅτε σήματα λυγρὰ κατὰ πτόλιν εἰσενόησεν
  12. εἰς ἕν ἅμʼ ἀΐσσοντα, μέγʼ ἴαχεν, εὖτε λέαινα,
  13. ἥν ῥά τʼ ἐνὶ ξυλόχοισιν ἀνὴρ λελιημένος ἄγρης
  14. οὐτάσῃ ἠὲ βάλῃ, τῆς δʼ ἐν φρεσὶ μαίνεται ἦτορ
  15. ---
  16. πάντῃ ἀνʼ οὔρεα μακρά, πέλει δέ οἱ ἄσχετος ἀλκή·
  17. ὥς ἄρα μαιμώωσα θεόπροπον ἔνδοθεν ἦτορ
  18. ἤλυθεν ἐκ μεγάροιο· κόμαι δέ οἱ ἀμφεκέχυντο
  19. ὤμοις ἀργυφέοισι μετάφρενον ἄχρις ἰοῦσαι·
  20. ὄσσε δέ οἱ μάρμαιρεν ἀναιδέα· τῆς ὑπὸ δειρή,