Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τοὺς μὲν ἀποφθιμένους τὸν δʼ ἄμμορον ἠελίοιο·
  2. Τρῶες δʼ ἀθανάτοισιν ἐπεντύνοντο θυηλὰς
  3. λείβοντες μέθυ λαρόν, ἐπεί σφισιν ἦτορ ἐώλπει
  4. λευγαλέου πολέμοιο βαρὺ σθένος ἐξυπαλύξειν.
  5. ἱερὰ δʼ οὐ καίοντο, πυρὸς δʼ ἐσβέννυτʼ ἀϋτμή,
  6. ὄμβρου ὅπως καθύπερθε δυσηχέος ἐσσυμένοιο·
  7. καπνὸς δʼ αἱματόεις ἀνεκήκιε· μηρὰ δὲ πάντα
  8. πῖπτε χαμαὶ τρομέοντα· κατηρείποντο δὲ βωμοί·
  9. σπονδαὶ δʼ αἷμα γένοντο· θεῶν δʼ ἐξέρρεε δάκρυ,
  10. καὶ νηοὶ δεύοντο λύθρῳ· στοναχαὶ δʼ ἐφέροντο
  11. ἔκποθεν ἀπροφάτοιο· περισσείοντο δὲ μακρὰ
  12. τείχεα καὶ πύργοι μεγάλʼ ἔκτυπον, ὡς ἀχέοντες· [*](Zimmermann, for ἐτεόν περ of v.)
  13. αὐτόματοι δʼ ἄρʼ ὀχῆες ἀνωίγνυντο πυλάων
  14. αἰνὸν κεκλήγοντες· ἐπεστενάχοντο δὲ λυγρὸν
  15. ἐννύχιοι ὄρνιθες ἐρημαῖον βοόωντες·
  16. ἄστρα δὲ πάντʼ ἐφύπερθε θεοδμήτοιο πόληος
  17. ἀχλὺς ἀμφεκάλυψε καὶ ἀννεφέλου περ ἐόντος
  18. οὐρανοῦ αἰγλήεντος· ἀπαυαίνοντο δὲ δάφναι
  19. πὰρ νηῷ Φοίβοιο πάρος θαλεραί περ ἐοῦσαι·
  20. ἐν δὲ λύκοι καὶ θῶες ἀναιδέες ὠρύσαντο