Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Αἰνείας δὲ Βρέμοντα καὶ Ἀνδρόμαχον κατέπεφνεν,
  2. ὃς τράφη ἐν Κνωσσῷ, ὁ δʼ ἄρα ζαθέῃ ἐνὶ Λύκτῳ·
  3. ἄμφω δʼ εἰς ἕνα χῶρον ἀπʼ ὠκυπόδων πέσον ἵππων·
  4. καί ῥʼ ὁ μὲν ἀσπαίρεσκε πεπαρμένος ἔγχεϊ μακρῷ
  5. λαιμόν, ὁ δʼ ἀλγινόεντος ἀνὰ κροτάφοιο θέμεθλα
  6. χερμαδίῳ στονόεντι μάλα κρατερῆς ἀπὸ χειρὸς
  7. βλήμενος ἐκπνείεσκε, μέλας δέ μιν ἄμφεχε πότμος.
  8. ἵπποι δʼ ἐπτοίηντο καὶ ἡνιόχων ἀπάνευθε
  9. φεύγοντες πολλοῖσιν ἐνεπλάζοντο νέκυσσι·
  10. καὶ τοὺς μὲν θεράποντες ἀμύμονος Αἰνείαο
  11. μάρψαντες κεχάροντο φίλῃ περὶ ληίδι θυμόν.
  12. ἔνθα Φιλοκτήτης ὀλοῷ βάλε Πείρασον ἰῷ
  13. φεύγοντʼ ἐκ πολέμοιο· διέθρισε δʼ ἀγκύλα νεῦρα
  14. γούνατος ἐξόπιθεν, κατὰ δʼ ἔκλασεν ἀνέρος ὁρμήν·
  15. καὶ τὸν μὲν Δαναῶν τις ὅτʼ ἔδρακε γυιωθέντα
  16. ἐσσυμένως ἀπάμερσε καρήατος ἄορι τύψας
  17. ἀλγινόεντα τένοντα· κόλον δʼ ὑπεδέξατο γαῖα
  18. σῶμα· κάρη δʼ ἀπάτερθε κυλινδομένη πεφόρητο
  19. φωνῆς ἱεμένοιο· ταχὺς δʼ ἅμʼ ἀπέπτατο θυμός.
  20. Πουλδάμας δὲ Κλέωνα καὶ Εὐρύμαχον βάλε δουρί,