Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὃς τράφη ἐν Λυκίῃ Ξάνθου παρὰ καλὰ ῥέεθρα,
  2. ὅν ποτʼ ἐριγδούποιο Διὸς δάμαρ ἀνθρώποισι
  3. Λητὼ δἶ ἀνέφηνεν ἀναρρήξασα χέρεσσι
  4. τρηχὺ πέδον Λυκίης ἐρικυδέος, ὁππόθʼ ἑοῖο
  5. θεσπεσίου τοκετοῖο πολυτλήτῃσιν ἀνίῃ
  6. δάμναθʼ ὑπʼ ὠδίνεσσιν, ὅσην ὠδῖνες ἔγειρον.
  7. τῷ δʼ ἔπι Νῖρον ὄλεσσε βαλὼν ἀνὰ δηιοτῆτα
  8. δουρὶ διὰ γναθμοῖο· πέρησε δέ οἱ στόμα χαλκὸς
  9. γλῶσσάν τʼ αὐδήεσσαν· ὁ δʼ ἔγχεος ἄσχετον αἰχμὴν
  10. ἄμφεχε βεβρυχώς· περὶ δʼ ἔρρεεν αἷμα γένυσσι
  11. φθεγγομένου· καὶ τὸν μὲν ὑπὸ κρατερῆς χερὸς ἀλκῇ
  12. ἐγχείη στονόεσσα ποτὶ χθονὸς οὖδας ἔρεισε
  13. δευόμενον θυμοῖο. βάλεν δʼ Εὐήνορα δῖον
  14. τυτθὸν ὑπὲρ λαπάρην, διὰ δʼ ἤλασεν ἐς μέσον ἧπαρ
  15. αἰχμήν· τῷ δʼ ἀλεγεινὸς ἄφαρ συνέκυρσεν ὄλεθρος.
  16. εἷλε δʼ ἄρʼ Ἰφιτίωνα καὶ Ἱππομέδοντα δάμασσε
  17. Μαινάλου ὄβριμον υἷα, τὸν Ὡκυρόη τέκε Νύμφη
  18. Σαγγαρίου ποταμοῖο παρὰ ῥόον· οὐδέ νυ τόν γε
  19. δέξατο νοστήσαντα· κακὴ δέ ἑ Κὴρ ἀπάμερσε
  20. παιδὸς ἀνιηρῶς, μέγα δʼ υἱέος ἔμβαλε πένθος.