Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀσπίδας ἐντύναντο, βάλον δʼ ἐφύπερθε καρήνων
  2. θέντες ἐπʼ ἀλλήλῃσι· μιῇ δʼ ἅπαν ἥρμοσεν ἁρμῇ·
  3. φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος
  4. πυκνόν, ὅ τʼ οὔτʼ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος
  5. ῥιπὴ ἀπειρεσίη οὔτʼ ἐκ Διὸς ἄσπετος ὄμβρος·
  6. τοῖαι ἄρʼ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις
  7. καρτύναντο φάλαγγες· ἔχον δʼ ἕνα θυμὸν ἐς ἀλκηι
  8. εἰς ἓν ἀρηράμενοι· καθύπερθε δὲ Τρώιοι υἷες
  9. βάλλον χερμαδίοισι· τὰ δʼ ὡς στυφελῆς ἀπὸ πέτρης
  10. γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα
  11. καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες
  12. πήγνυντʼ ἐν σακέεσσι, τὰ δʼ ἐν χθονί, πολλὰ δʼ ἄπωθεν
  13. μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις [*](Zimmermann, for περιγναμφθέντα βέλεμνα of v.)
  14. πάντοθε βαλλομένων· οἱ δὲ κτύπον οὔτι φέβοντο
  15. ἄσπετον, οὐδʼ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες
  16. δοῦπον· ἄνω δʼ ὑπὸ τεῖχος ὁμῶς ἴσαν· οὐδέ τις αὐτῶν
  17. νόσφιν ἀφειστήκει· συναρηράμενοι δʼ ἐφέποντο,
  18. ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ
  19. αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων.
  20. πουλὺς δʼ ἀμφὶ φάλαγγι βρόμος, καναχή θʼ ὑπὸ ποσσὶ