Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Δηίφοβός τε μενεπτόλεμος κρατερός τε Πολίτης
  2. σύν τʼ ἄλλοις ἑτάροισιν ἐρητύεσκον ὀϊστοῖς
  3. ἠδʼ ἄρα χερμαδίοισι· περικτυπέοντο δὲ φωτῶν
  4. βαλλόμεναι κόρυθές τε καὶ ἀσπίδες, αἵ τʼ ἀλεγεινὸν
  5. αἰζηῶν ῥύοντο μόρον καὶ ἀμείλιχον αἶσαν.
  6. ἀμφὶ δʼ ἄρʼ Ἰδαίῃσιν ἐριδμαίνεσκε πύλῃσιν
  7. υἱὸς Ἀχιλλῆος· πονέοντο δέ οἱ πέρι πάντες
  8. Μυρμιδόνες κρατεροῖο δαήμονες ἰωχμοῖο·
  9. τοὺς δʼ ἀπὸ τείχεος εἶργον ἀπειρεσίοις βελέεσσι
  10. θαρσαλέως Ἕλενός τε καὶ ὀβριμόθυμος Ἀγήνωρ,
  11. Τρῶας ἐποτρύνοντες ἀνὰ μάθον· οἱ δὲ καὶ αὐτοὶ
  12. προφρονέως μάρναντο φίλης περὶ τείχεσι πάτρης.
  13. ἐς πεδίον δὲ πύλῃσι καὶ ὠκυπόρους ἐπὶ νῆας
  14. νισσομένῃς Ὀδυσεύς τε καὶ Εὐρύπυλος πονέοντο
  15. νωλεμέως· τοὺς δʼ ἠῢς ἀφʼ ἕρκεος ὑψηλοῖο
  16. Αἰνείας λάεσσι μέγα φρονέων ἀπέρυκε.
  17. πρὸς δὲ ῥόον Σιμόεντος ἔχεν πόνον ἀλγινόεντα
  18. Τεῦκρος ἐϋμμελίης· ἄλλῃ δʼ ἔχεν ἄλλος ὀϊζύν.
  19. καὶ τότʼ ἄρʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες
  20. κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος