Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τεῦχον δʼ ἀλλήλοισι φόνον καὶ ἀνηλέα πότμον
  2. νωλεμέως· οὐ γάρ τινʼ ἔχεν δέος, ἀλλʼ ἐμάχοντο
  3. προφρονέως· θάρσος γὰρ ἐφέλκεται ἄνδρας ἐς αἰχμήν.
  4. ἀλλʼ ὅτε δὴ πολλοὶ μὲν ἀπέφθιθεν ἐν κονίῃσι,
  5. δὴ τότʼ ἄρʼ Ἀργείοισιν ὑπέρτερον ὤρνυτο κάρτος
  6. Παλλάδος ἐννεσίῃσι δαΐφρονος, ἥ ῥα μολοῦσα
  7. ὑσμίνης ἄγχιστα μέγʼ Ἀργείοισιν ἄμυνεν
  8. ἐκπέρσαι μεμαυῖα κλυτὴν Πριάμοιο πόληα.
  9. καὶ τότʼ ἄρʼ Αἰνείαν ἐρικυδέα δἶ Ἀφροδίτη,
  10. ἥ ῥα μέγα στενάχιζεν Ἀλεξάνδροιο δαμέντος,
  11. αὐτὴ ἀπὸ πτολέμοιο καὶ οὐλομένης ὑσμίνης
  12. ἥρπασεν ἐσσυμένως· περὶ δʼ ἠέρα χευατο πουλύν·
  13. οὐ γὰρ ἔτʼ αἴσιμον ἦεν ἀνὰ μόθον ἀνέρι κείνῳ
  14. μάρνασθʼ Ἀργείοισι πρὸ τείχεος αἰπεινοῖο.
  15. τῷ καὶ ἄδην ἀλέεινε περίφρονα Τριτογένειαν
  16. ἐκ θυμοῦ Δαναοῖσιν ἀρηγέμεναι μεμαυῖαν,
  17. μὴ καὶ ὑπὲρ κῆράς μιν ἕλῃ θεός· οὐδὲ γὰρ αὐτοῦ
  18. φείσατο πρόσθεν Ἄρηος, ὅ περ πολὺ φέρτερος ἦεν.
  19. Τρῶες δʼ οὐκέτʼ ἔμιμνον ἀνὰ στόμα δηιοτῆτος,
  20. ἀλλʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες·