Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. οἱ δʼ ἔτι δηριόωντο· πόνος δʼ ἄρα τοῖσιν ἐτύχθη
  2. πολλὸν ἐλαφρότερος· δέρκοντο γὰρ εἴτε δαΐξαι
  3. χρειὼ δήϊον ἄνδρα κατὰ κλόνον, εἴτʼ ἀλέασθαι.
  4. καί ῥʼ ὁτὲ μὲν Δαναοὶ Τρώων ἀνέεργον ὅμιλον
  5. ἄλλοτε δʼ αὖ Τρῶες Δαναῶν στίχας· ἔπλετο δʼ αἰνὴ
  6. ὑσμίνη· νιφάδεσσι δʼ ἐοικότα πίπτε βέλεμνα
  7. ἀμφοτέρωθεν ἰόντα· δέος δʼ ἔχε μηλοβοτῆρας
  8. ἔκποθεν Ἰδαίων ὀρέων ὁρόωντας ἀϋτήν.
  9. καί τις ἐς αἰθέρα χεῖρας ἐπουρανίοισιν ἀείρων
  10. εὔχετο, δυσμενέας μὲν ὑπʼ Ἄρεϊ πάντας ὀλέσθαι,
  11. Τρῶας δὲ στονόεντος ἀναπνεῦσαι πολέμοιο,
  12. ἦμαρ δʼ εἰσιδέειν ποτʼ ἐλεύθερον· ἀλλά οἱ οὔτι
  13. ἔκλυον· αἶσα γὰρ ἄλλα πολύστονος ὁρμαίνεσκεν·
  14. ἅζετο δʼ οὔτε Ζῆνα πελώριον, οὔτε τινʼ ἄλλων
  15. ἀθανάτων· οὐ γάρ τι μετατρέπεται νόος αἰνὸς
  16. κείνης, ὅντινα πότμον ἐπʼ ἀνδράσι γεινομένοισι,
  17. ἀνδράσιν ἢ πολίεσσιν ἐπικλώσηται ἀφύκτῳ
  18. νήματι· τῇ δʼ ὕπο πάντα τὰ μὲν φθινύθει, τὰ δʼ ἀέξει·
  19. τῆς καὶ ὑπʼ ἐννεσίῃσι πόνος καὶ δῆρις ὀρώρει
  20. ἱππομάχοις Τρώεσσι καὶ ἀγχεμάχοισιν Ἀχαιοῖς.