Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς φάτο· τοὶ δʼ ἐπίθοντο θρασὺν νόον ἐν φρεσὶ θέντες
  2. ἐσσυμένως· ὁ δὲ Τρωσὶ μέγα φρονέων ἐνόρουσε
  3. πάλλων ἐν χείρεσσι θοὸν δόρυ· τῷ δʼ ἄρα λαοὶ
  4. Μυρμιδόνων ἐφέποντο βίην ἀτάλαντον ἀέλλῃ
  5. ἐν στέρνοισιν ἔχοντες· ἀνέπνευσαν δὲ κυδοιμοῦ
  6. Ἀργεῖοι· ὁ δʼ ἄρʼ αἶψα φίλῳ πατρὶ θυμὸν ἐοικὼς
  7. ἄλλον ἐπʼ ἄλλῳ ἔπεφνε κατὰ μόθον· οἱ δʼ ἀπιόντες
  8. χἀζοντʼ, ἠΰτε κύμαθʼ, ἅ τʼ ἐκ βορέαο θυέλλης
  9. πόλλʼ ἐπιπαφλάζοντα κυλίνδεται αἰγιαλοῖσιν
  10. ὀρνύμενʼ ἐκ πόντοιο, τὰ δʼ ἔκποθεν ἄλλος ἀήτης
  11. ἀντίον ἀΐξας μεγάλῃ περὶ λαίλαπι θύων
  12. ὤσῃ ἀπʼ ἠιόνων Βορέω ἔτι βαιὸν ἀέντος·
  13. ὣς Τρῶας Δαναοῖσιν ἐποιχομένους τὸ πάροιθεν
  14. υἱὸς Ἀχιλλῆος θεοειδέος ὦσεν ὀπίσσω
  15. τυτθόν, ἐπεὶ μένος ἠῢ θρασύφρονος Αἰνείαο
  16. φευγέμεν οὐκ εἴασκε, μένειν δʼ ἀνὰ φύλοπιν αἰνὴν
  17. θαρσαλέως· ἑκάτερθε ἴσην ἐτάνυσσεν Ἐνυὼ
  18. ὑσμίνην. ἀλλʼ οὔτι καταντίον Αἰνείαο
  19. υἱὸς Ἀχιλλῆος πῆλεν δόρυ πατρὸς ἑοῖο,
  20. ἀλλʼ ἄλλῃ τρέπε θυμόν, ἐπεὶ Θέτις ἀγλαόπεπλος