Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. Αἰνείας δʼ ἐδάμασσε βαλὼν ὑπὲρ ἰξύα δουρὶ
  2. Αἰθαλίδην· αἰχμὴ δὲ παρʼ ὀμφαλὸν ἐξεπέρησεν
  3. ἔγκατʼ ἐφελκομένη· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανύσθη
  4. συμμάρψας χείρεσσιν ὁμῶς χολάδεσσιν ἀκωκὴν
  5. δεινὰ μάλα στενάχων, γαίῃ δʼ ἐνέρεισεν ὀδόντας
  6. βεβρυχώς· ψυχὴ δὲ καὶ ἄλγεα κάλλιπον ἄνδρα.
  7. Ἀργεῖοι δὲ βόεσσιν ἐοικότες ἐπτοίηντο,
  8. οὕς τʼ ἄμοτον μεμαῶτας ὑπὸ ζεύγλῃ καὶ ἀρότρῳ
  9. τύψῃ ὑπὸ λαπάρην ταναοῖς ὑπὸ χείλεσιν οἶστρος
  10. αἵματος ἱέμενος, τοὶ δʼ ἄσπετον ἀσχαλόωντες
  11. ἔργου ἑκὰς φεύγουσιν, ἐπὶ σφίσι δʼ ἄχνυται ἀνὴρ
  12. ἀμφότερον [*](Zimmermann, ex P, for ἀμφʼ ἄροτρον of v.) πονέων τε πόνον, τρομέων τʼ ἐπὶ βουσί,
  13. μὴ δή που κατόπισθεν ἐπαΐσσοντος ἀρότρου
  14. κέρσῃ νεῦρα σίδηρος ἀμείλιχος ἐν ποσὶ κύρσας·
  15. ὣς Δαναοὶ φοβέοντο· περὶ σφίσι δʼ ἄχνυτο θυμὸν
  16. υἱὸς Ἀχιλλῆος· μέγα δʼ ἴαχε λαὸν ἐέργων·
  17. ἆ δειλοί, τί φέβεσθε ἐοικότες οὐτιδανοῖσι
  18. ψήρεσιν, οὕς τʼ ἐφόβησεν ἰὼν κατεναντία κίρκος;
  19. ἀλλʼ ἄγε θέσθʼ ἔνι θυμόν, ἐπεὶ πολὺ λώιόν ἐστι
  20. τεθνάμεν ἐν πολέμῳ ἢ ἀνάλκιδα φύζαν ἑλέσθαι.