Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης·
  2. οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ
  3. ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπʼ Οὐλύμποιο Κρονίων
  4. κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα.
  5. καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν,
  6. ἄλλα τε πόλλʼ ἐπὶ τοῖσι. Πάριν δʼ ἄρα θυμὸς ἐν Ἴδῃ
  7. κάλλιπεν, οὐδʼ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα·
  8. ἀμφὶ δέ μιν Νύμφαι μέγʼ ἐκώκυον, οὕνεκʼ ἄρʼ αὐτοῦ
  9. εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν
  10. ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε·
  11. σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται
  12. ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.
  13. καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ
  14. δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ·
  15. τῆς δʼ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός,
  16. γυῖα δʼ ὑπεκλάσθησαν· ἔπος δʼ ὀλοφύρατο τοῖον·
  17. ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἐπὶ πένθεϊ πένθος
  18. κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων
  19. παίδων ἔσκες ἐμεῖο μεθʼ Ἕκτορα· τῷ νύ σε λυγρὴ
  20. κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ·