Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπʼ ἄλλης·
  2. πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν,
  3. ἡ δʼ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε·
  4. εἴαρι δʼ αὖ τριτάτη, τετράτη δʼ ἐπιτέρπετʼ ὀπώρῃ·
  5. τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών,
  6. ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που
  7. αὐτῷ Ζηνὶ μέλοιτο κατʼ οὐρανόν· αἱ ὀάριζον
  8. ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι
  9. μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα
  10. Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο
  11. καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν
  12. ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι
  13. χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι,
  14. ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς
  15. ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας
  16. Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον
  17. ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν,
  18. ἥ τʼ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων·
  19. οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας
  20. ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο