Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἰδὼς δʼ ἀμφερύθηνε παρήια, τῶν δʼ ἐφύπερθε
  2. θεσπεσίη ἐπέκειτο χάρις καταειμένη ἀλκήν.
  3. λαοὶ δʼ ἀμφεγάνυντο καὶ ἀχνύμενοι τὸ πάροιθεν·
  4. ὡς δʼ ὁπότʼ ἀθρήσαντες ἀπʼ οὔρεος ἀγροιῶται
  5. Ἶριν ἀνεγρομένην ἐξ εὐρυπόροιο θαλάσσης,
  6. ὄμβρου ὅτʼ ἰσχανόωσι θεουδέος, ὁππότʼ ἀλωαὶ
  7. ἤδη ἀπαυαίνονται ἐελδόμεναι Διὸς ὕδωρ,
  8. ὀψὲ δʼ ὑπηχλύνθη μέγας οὐρανός, οἱ δʼ ἐσιδόντες
  9. ἐσθλὸν σῆμʼ ἀνέμοιο καὶ ὑετοῦ ἐγγὺς ἐόντος
  10. χαίρουσιν, τὸ πάροιθεν ἐπιστενάχοντες ἀρούραις·
  11. ὣς ἄρα Τρώιοι υἷες, ὅτʼ ἔδρακον ἔνδοθι πάτρης
  12. δεινὴν Πενθεσίλειαν ἐπὶ πτόλεμον μεμαυῖαν,
  13. γήθεον· ἐλπωρὴ γὰρ ὅτʼ ἐς φρένας ἀνδρὸς ἵκηται
  14. ἀμφʼ ἀγαθοῦ, στονόεσσαν ἀμαλδύνει κακότητα.
  15. τοὔνεκα καὶ Πριάμοιο νόος πολέα στενάχοντος
  16. καὶ μέγʼ ἀκηχεμένοιο περὶ φρεσὶ τυτθὸν ἰάνθη·
  17. ὡς δʼ ὅτʼ ἀνὴρ ἀλαοῖσιν ἐπʼ ὄμμασι πολλὰ μογήσας
  18. ἱμείρων ἰδέειν ἱερὸν φάος ἢ θανέεσθαι
  19. ἢ πόνῳ ἰητῆρος ἀμύμονος ἠὲ θεοῖο
  20. ὄμματʼ ἀπαχλύσαντος ἴδῃ φάος ἠριγενείης,