Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ὣς ἥ γʼ ἐν πάσῃσι μετέπρεπεν ἐσσυμένῃσιν.
  2. ἔνθʼ ἄρʼ ἔην Κλονίη Πολεμοῦσά τε Δηρινόη τε
  3. Εὐάνδρη τε καὶ Ἀντάνδρη καὶ δῖα Βρέμουσα
  4. ἠδὲ καὶ Ἱπποθόη, μετὰ δʼ Ἁρμοθόη κυανῶπις
  5. Ἀλκιβίη τε καὶ Ἀντιβρότη καὶ Δηριμάχεια,
  6. τῇ δʼ ἔπι Θερμώδωσα μέγʼ ἔγχεϊ κυδιόωσα·
  7. τόσσαι ἄρʼ ἀμφιέποντο δαΐφρονι Πενθεσιλείῃ·
  8. οἵη δʼ ἀκαμάτοιο κατέρχεται Οὐλύμποτο
  9. Ἠὼς μαρμαρέοισιν ἀγαλλομένη φρένας ἵπποις
  10. Ὡράων μετʼ ἐϋπλοκάμων, μετὰ δέ σφισι πάσῃς
  11. ἐκπρέπει ἀγλαὸν εἶδος ἀμωμήτοις περ ἐούσῃς·
  12. τοίη Πενθεσίλεια μόλεν ποτὶ Τρώιον ἄστυ
  13. ἔξοχος ἐν πάσῃσιν Ἀμαζόσιν· ἀμφὶ δὲ Τρῶες
  14. πάντοθεν ἐσσύμενοι μέγʼ ἐθάμβεον, εὖτʼ ἐσίδοντο
  15. Ἄρες ἀκαμάτοιο βαθυκνήμιδα θύγατρα
  16. εἰδομένην μακάρεσσιν, ἐπεί ῥά οἱ ἀμφὶ προσώπῳ
  17. ἄμφω σμερδαλέον τε καὶ ἀγλαὸν εἶδος ὀρώρει,
  18. ---
  19. μειδιόωσʼ ἐρατεινόν, ὑπʼ ὀφρύσι δʼ ἱμερόεντες
  20. ὀφθαλμοὶ μάρμαιρον ἀλίγκιον ἀκτίνεσσιν,