Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. φορβὴ δʼ οὐχ ἑτέρη· δί δʼ ἐπʼ ἀνδράσι λώιον ἄλλο
  2. θῆκε θεός; τῷ μή τι φεβώμεθα δηιοτῆτα.
  3. ἢ οὐχ ὁράατε γυναῖκα μέγʼ αἰζηῶν προφέρουσαν
  4. ἀγχεμάχων; τῆς δʼ οὔτι πέλει σχεδὸν οὔτε γενέθλη
  5. οὔτʼ ἄρʼ ἑὸν πτολίεθρον, ὑπὲρ ξείνοιο δʼ ἄνακτος
  6. μάρναται ἐκ θυμοῖο καὶ οὐκ ἐμπάζεται ἀνδρῶν
  7. ἐνθεμένη φρεσὶ θάρσος ἀταρτηρόν τε νόημα·
  8. ἡμῖν δʼ ἄλλοθεν ἄλλα παραὶ ποσὶν ἄλγεα κεῖται·
  9. τῇς μὲν γὰρ φίλα τέκνα καὶ ἀνέρες ἀμφὶ πόληι
  10. ὤλλυνθʼ, αἱ δὲ τοκῆας ὀδυρόμεθʼ οὐκέτʼ ἐόντας·
  11. ἄλλαι δʼ αὖτʼ ἀκάχηνται ἀδελφειῶν ἐπʼ ὀλέθρῳ
  12. καὶ πηῶν· οὐ γάρ τις ὀϊζυρῆς κακότητος
  13. ἄμμορος· ἐλπωρὴ δὲ πέλει καὶ δούλιον ἦμαρ
  14. εἰσιδέειν· τῷ μή τις ἔτʼ ἀμβολίη πολέμοιο
  15. εἴη τειρομένῃσιν· ἔοικε γὰρ ἐν δαῒ μᾶλλον
  16. τεθνάμεν ἢ μετόπισθεν ὑπʼ ἀλλοδαποῖσιν ἄγεσθαι
  17. νηπιάχοις ἅμα παισὶν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ
  18. ἄστεος αἰθομένοιο καὶ ἀνδρῶν οὐκέτʼ ἐόντων.
  19. ὣς ἄρʼ ἔθη· πάσῃσι δʼ ἔρως στυγεροῖο μόθοιο
  20. ἔμπεσεν· ἐσσυμένως δὲ πρὸ τείχεος ὁρμαίνεσκον