Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. ἀνέρος οὐ παρεόντος ἐπέσσυται ἄλλοθεν ἄλλῃ
  2. σινομένη φυτὰ πάντα νέον μάλα τηλεθόωντα,
  3. καὶ τὰ μὲν ἂρ κατέδαψε, τὰ δʼ ἐν ποσὶν ἠμάλδυνεν·
  4. ὣς ἄρʼ Ἀχαιῶν υἷας ἐπεσσυμένη καθʼ ὅμιλον
  5. κούρη Ἐνυαλίη τοὺς μὲν κτάνε, τοὺς δʼ ἐφόβησε.
  6. Τρωιάδες δʼ ἀπάνευθεν ἀρήια ἔργα γυναικὸς
  7. θαύμαζον, πολέμοιο δʼ ἔρως λάβεν ἱπποδάμοιο
  8. Ἀντιμάχοιο θύγατρα Μενεπτολέμοιο δʼ ἄκοιτιν
  9. Τισιφόνην· κρατερῇσι δʼ ὑπὸ φρεσὶν ἐμμεμαυῖα
  10. θαρσαλέον φάτο μῦθον ὁμήλικας ὀτρύνουσα
  11. δῆριν ἐπὶ στονόεσσαν· ἔγειρε δέ οἱ θράσος ἀλκήν·
  12. ὦ φίλαι, ἄλκιμον ἦτορ ἐνὶ στέρνοισι λαβοῦσαι
  13. ἀνδράσιν ἡμετέροισιν ὁμοίιον, οἳ περὶ πάτρης
  14. δυσμενέσιν μάρνανται ὑπὲρ τεκέων τε καὶ ἡμέων,
  15. οὔποτʼ ἀναπνείοντες ὀϊζύος—ἀλλὰ καὶ αὐταὶ
  16. παρθέμεναι φρεσὶ θυμὸν ἴσης μνησώμεθα χάρμης·
  17. οὐ γὰρ ἀπόπροθέν εἰμεν ἐϋσθενέων αἰζηῶν,
  18. ἀλλʼ οἷον κείνοισι πέλει μένος ἔστι καὶ ἡμῖν·
  19. ἶσοι δʼ ὀφθαλμοὶ καὶ γούνατα, πάντα δʼ ὁμοῖα,
  20. ξυνὸν δʼ αὖ πάντεσσι φάος καὶ νήχυτος ἀήρ,