Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. δαλὸς ἐμῶν θαλάμων στεροπῆς σέλας· οὐτιδανῶν δὲ
  2. οὐκ ἀλέγω δαΐδων· δαΐδες δέ μοί εἰσι κεραυνοί.
  3. εἰμὶ δάμαρ Κρονίωνος, Ἐχίονός ἐστιν Ἀγαύη,
  4. Αὐτονόην καλέσωσιν Ἀρισταίοιο γυναῖκα·
  5. Ἰνὼ ἔχει Νεφέλην, Σεμέλη λάχε σύγγαμον Ἥρην.
  6. οὐ γενόμην Ἀθάμαντος ἐγὼ δάμαρ, ὠκύμορον δὲ
  7. οὐ τέκον Ἀκταίωνα κυνοσπάδα, σύννομον ὕλης.
  8. οὐ χατέω φόρμιγγος ὀλίζονος· οὐρανίη γὰρ
  9. ἀστραίη Κιθάρη Σεμέλης ὑμέναιον ἀείδει.
  10. ἔννεπε κυδιόωσα καὶ ἤθελε χερσὶν ἀφάσσειν
  11. ἀστεροπὴν ὀλέτειραν, ἀφειδήσασα δὲ Μοίρης
  12. τολμηρῇ παλάμῃ φονίων ἔψαυσε κεραυνῶν·
  13. καὶ γάμος ἦν Σεμέλης θανατηφόρος, ἧς ἑνὶ θεσμῷ
  14. πυρκαϊὴν καὶ τύμβον ἐθήκατο παστὸν Ἐρινύς·
  15. καὶ λοχίαις ἀκτῖσι γαμήλιον ἄσθμα κεραυνοῦ
  16. Ζηνὸς ἀφειδήσαντος ὅλην τεφρώσατο νύμφην·
  17. καὶ στεροπὴ πέλε μαῖα, καὶ Εἰλείθυια κεραυνοί·
  18. κόλπου δʼ αἰθομένοιο διαθρῴσκοντα τεκούσης
  19. Βάκχον ἐπουρανίη μαιώσατο φειδομένη φλόξ,
  20. μητροφόνῳ σπινθῆρι μαραινομένων ὑμεναίων·