Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τλῆθι μένειν χρόνον ἄλλον, ἕως ἐμὸν υἷα λοχεύεις·
  2. μὴ πρὸ τόκου πυρόεντας ἀπαιτίζῃς με φονῆας·
  3. οὐ στεροπὴν μεθέπων Δανάης σύλησα κορείην,
  4. οὐ βροντῆς κελάδημα, καὶ οὐ Τυρίης σέο νύμφης
  5. Εὐρώπης ὑμέναιον ἐνυμφεύσαντο κεραυνοί,
  6. οὐκ ἴδεν Ἰναχίη δαμάλη σέλας· ἀλλὰ σὺ μούνη
  7. θνητὴ ἀπαιτίζεις με, τὰ μὴ θεὸς ᾔτεε Λητώ.
  8. τοῖον ἔπος κατέλεξε καὶ οὐ μενέαινεν ἐρίζειν
  9. νήμασι Μοιριδίοισι· διʼ αἰθερίοιο δὲ κόλπου
  10. ἀστράπτων πεφόρητο καὶ ἱκεσίην ἕο νύμφης
  11. οὐκ ἐθέλων ἐτέλεσσε πόσις στεροπηγερέτα Ζεύς,
  12. εἰς Σεμέλην δʼ ἐχόρευε κατηφέι χειρὶ τιταίνων
  13. νυμφιδίους σπινθῆρας ἀμερσιγάμοιο κεραυνοῦ·
  14. καὶ θάλαμος στεροπῇσιν ἐλάμπετο, καὶ πυρὸς ἀτμῷ
  15. Ἰσμηνὸς σελάγιζεν, ὅλη δʼ ἀμαρύσσετο Θήβη.
  16. καὶ Σεμέλη φλογόεντας ἑοὺς ὁρόωσα φονῆας
  17. αὐχένα γαῦρον ἄειρε καὶ ὑψινόῳ φάτο φωνῇ·
  18. Πηκτίδος οὐ χατέω λιγυηχέος, οὐ χρέος αὐλοῦ·
  19. βρονταὶ ἐμοὶ γεγάασι Διὸς σύριγγες Ἐρώτων,
  20. αὐλὸς ἐμοὶ κτύπος οὗτος Ὀλύμπιος, αἰθερίης δὲ