Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- τῇ ἔνι δαίδαλα πάντα βροτῶν θελκτήρια κεῖται·
- ἐν μὲν ἐπικλοπίη πολυμήχανος, ἐν δʼ ὀαριστὺς
- πάρφασις, ἐν δὲ δόλοι πολυειδέες, ἐν δὲ καὶ αὐτὸς
- σύνδρομος ἠερίοις ἀπατήλιος ὅρκος ἀήταις.
- καὶ δολίην Ἀπάτην δολίῳ μειλίξατο μύθῳ
- Ἥρη ποικιλόμητις, ἀμυνομένη παρακοίτην·
- χαῖρε, θεὰ δολόμητι δολοπλανές· οὔ σε καὶ αὐτὸς
- κλεψινόοις ὀάροισι παρέρχεται αἱμύλος Ἑρμῆς·
- δὸς καὶ ἐμοὶ ζωστῆρα παναίολον, ὅν ποτε Ῥείη
- δῆσεν ἑαῖς λαγόνεσσιν, ἕως ἀπάφησεν ἀκοίτην.
- οὐ μὲν ἐγὼ Κρονίωνι φέρω πετρώδεα μορφήν,
- οὐδὲ λίθῳ δολόεντι παρακλέπτω παρακοίτην,
- ἀλλὰ γυνὴ χθονίη με βιάζεται, ἧς χάριν εὐνῆς
- θοῦρος Ἄρης βαρύμηνις ἀναίνεται αἰθέρα ναίειν.
- τί πλέον, εἰ γενόμην θεὸς ἄμβροτος; οὐτιδανὴ γὰρ
- θνητὴ ἐμὸν πόσιν ἔσχε, τὸν οὐ θεὸς ἥρπασε Λητώ·
- οὐ Δανάῃ παρίαυε τὸ δεύτερον ὑέτιος Ζεύς,
- ἀλλὰ σιδηροφόροιο μετὰ σφρηγῖδα μελάθρου
- μεμφομένη χρυσέοισι γάμοις ναυτίλλετο νύμφη,
- καὶ λάχεν ἕδνον Ἔρωτος ὕδωρ ἁλός· ἐν δὲ θαλάσσῃ