Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κεῖθι μένω, μὴ Κῆτος ἴδω, μὴ Περσέος ἅρπην,
  2. μὴ τύπον Ἀνδρομέδης, μὴ Γοργόνος ὄμμα Μεδούσης
  3. οὓς Κρονίδης μετόπισθεν ἐνιστήσειεν Ὀλύμπῳ.
  4. εἶπε, καὶ αὐτογόνοιο νόον συνέχευεν Ἀθήνης,
  5. καὶ πλέον ἠέξησε βαρυζήλου χόλον Ἥρης.
  6. καὶ Φθόνος ὀξὺς ὄρουσε, καὶ ἀγκύλα γούνατα πάλλων
  7. ἤιε λοξὰ κέλευθα διʼ ἠέρος· ἀνδρομέοις δὲ
  8. ὄμμασι καὶ πραπίδεσσιν ὁμοίιος ἔσσυτο καπνῷ,
  9. εἰς δόλον, εἰς κακότητα νόον τελχῖνα κορύσσων.
  10. οὐδὲ Διὸς βαρύμηνις ἐλώφεεν εὐνέτις Ἥρη·
  11. ἀλλὰ θυελλήεντι παραΐξασα πεδίλῳ
  12. ποικίλον εὐφαέεσσι κεκασμένον οὐρανὸν ἄστροις
  13. ἄσπετα φοιτητῆρι διέδραμεν ἄστεα ταρσῷ,
  14. κερδαλέην Ἀπάτην διζημένη, εἴ που ἐφεύροι.
  15. ἀλλʼ ὅτε Δικταίης Κορυβαντίδος ὑψόθι πέτρης
  16. γείτονος Ἀμνισοῖο λεχώιον ἔδρακεν ὕδωρ,
  17. ἔνθά οἱ ἀλλοπρόσαλλος ὀρεστιὰς ἤντετο δαίμων·
  18. καὶ γὰρ ἀεὶ παρέμιμνε Διὸς ψευδήμονι τύμβῳ
  19. τερπομένη Κρήτεσσιν, ἐπεὶ πέλον ἠπεροπῆες.
  20. ἀμφὶ δέ οἱ λαγόνεσσι Κυδωνιὰς ἔρρεε μίτρη,