Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀνδρομέοις μελέεσσιν ἔχων κερόεσσαν ὀπωπήν,
  2. ἰσοφυὲς μίμημα βοοκραίρου Διονύσου,
  3. πῇ δὲ λεοντείην πυκινότριχα δύσατο μορφήν,
  4. ἄλλοτε πόρδαλις ἦεν, ἅτε θρασὺν υἷα φυτεύων,
  5. πορδαλίων ἐλατῆρα καὶ ἡνιοχῆα λεόντων·
  6. ἄλλοτε μιτρωεῖσαν ὑπὸ σπείρῃσι δρακόντων
  7. νυμφίος ἀμπελόεντι κόμην ἐσφίγγετο δεσμῷ,
  8. οἴνοπα δινεύων ἑλικώδεα κισσὸν ἐθείρης,
  9. Βάκχου πλεκτὸν ἄγαλμα· δράκων δέ τις ἀγκύλος ἕρπων
  10. ταρβαλέης λιχμᾶτο ῥοδόχροον αὐχένα νύμφης
  11. χείλεσι μειλιχίοισι, κατὰ στέρνοιο δὲ βαίνων
  12. ἀκλινέων τροχόεσσαν ἴτυν μιτρώσατο μαζῶν,
  13. συρίζων ὑμέναιον, ἐυσμήνοιο μελίσσης
  14. ἡδὺ μέλι προχέων, οὐ λοίγιον ἰὸν ἐχίδνης.
  15. Ζεὺς δὲ γάμῳ δήθυνε, καὶ ὡς παρὰ γείτονι ληνῷ
  16. εὔιον ἐσμαράγησε, φιλεύιον υἷα φυτεύων·
  17. καὶ στόματι στόμα πῆξεν ἐρωμανές, ἱμερόεν δὲ
  18. νέκταρ ἀναβλύζων Σεμέλην ἐμέθυσσεν ἀκοίτης,
  19. νεκταρέης ἵνα παῖδα τέκῃ σκηπτοῦχον ὀπώρης,
  20. ἄγγελον ἐσσομένων λαθικηδέα βότρυν ἀείρων,