Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. σοὶ καὶ ἐμοὶ ποθέοντι χαρίζεο, παννύχιος δὲ
  2. σῆς Κλυμένης ἀπόναιο, καὶ εἰς Σεμέλην ταχὺς ἔλθω.
  3. ζεῦξον ἐμοὶ τεὸν ἅρμα, φαεσφόρε καὶ σὺ Σελήνη,
  4. μαρμαρυγὴν πέμπουσα φυτηκόμον, ὅττι γενέθλην
  5. θεσπίζει γάμος οὗτος ἀεξιφύτου Διονύσου,
  6. καὶ Σεμέλης ἐρατοῖσιν ἐπαντέλλουσα μελάθροις
  7. λάμψον ἐμοὶ ποθέοντι σὺν ἀστέρι Κυπρογενείης,
  8. καὶ γλυκερὴν μήκυνε Διὸς θαλαμηπόλον ὄρφνην.
  9. τοῖα πατὴρ ἀγόρευε, τά περ πόθος οἶδε κελεῦσαι.
  10. ἀλλʼ ὅτε οἱ σπεύδοντι χαμαιγενὲς ἅλμα τιταίνων
  11. ἀκροτενὴς περίμετρος ἀνέδραμε κῶνος ὀμίχλης,
  12. δυομένης ζόφον ὑγρὸν ἄγων ἀντίσκιον Ἠοῦς,
  13. ἀστερόεν τότε δῶμα παρέστιχεν ἠέριος Ζεὺς
  14. εἰς Σεμέλης ὑμέναιον, ἀτεκμάρτῳ δὲ πεδίλῳ
  15. ἅλμα θορὼν πρώτιστον ὅλην αρεμέτρεε ταρσῷ
  16. ἀτραπὸν ἠερίην· τὸ δὲ δεύτερον ἵκετο Θήβην
  17. ὡς πτερὸν ἠὲ νόημα· διεσσυμένῳ δὲ μελάθρου
  18. αὐτόματοι πυλεῶνος ἀνωίχθησαν ὀχῆες.
  19. καὶ Σεμέλην φιλίῳ παλάμης ἠγκάσσατο δεαμῷ,
  20. πῇ μὲν ὑπὲρ λεχέων βοέην μυκώμενος ἠχώ,