Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ χθονὸς ὑγρὰ μέτωπα χέων πολυδίψιον αἴγλην
  2. ἠέλιος ξήραινε· παχυνομένων δὲ ῥοάων
  3. θερμοτέραις ἀκτῖσιν ἐχερσώθη πάλιν ἰλὺς
  4. οἷα πάρος. βροτέῃ δὲ τετυγμένα μείζονι τέχνῃ
  5. ἄστεα λαϊνέοισιν ἐνεστήρικτο θεμέθλοις,
  6. δωμήθη δὲ μέλαθρα, νεοκτίστων δὲ πολήων
  7. ἀρτιγόνοις μερόπεσσιν ἐρυμνώθησαν ἀγυιαί.
  8. καὶ φύσις ἂψ ἐγέλασσε· συνιπταμένων δὲ θυέλλαις
  9. ὀρνίθων πτερύγεσσιν ἐρετμώθη πάλιν ἀήρ.
  1. ἕβδομον ἱκεσίην πολιὴν Αἰῶνος ἀείδει καὶ Σεμέλην καὶ ἔρωτα Διὸς καὶ φώριον εὐνήν.
  2. ἤδη δʼ ἀενάοιο βίου παλιναυξέι καρπῷ
  3. ἄρσενα θηλυτέρῃ γόνιμον σπόρον αὔλακι μίξας
  4. ἄσπορον ἤροσε κόσμον Ἔρως, φιλότητος ἀροτρεύς·
  5. καὶ φύσις ἐρρίζωτο, τιθηνήτειρα γενέθλης,
  6. καὶ χθονὶ πῦρ κεράσασα καὶ ἠέρι σύμπλοκον ὕδωρ
  7. ἀνδρομέην μόρφωσε γονὴν τετράζυγι δεσμῷ.
  8. ἀλλὰ βίον μερόπων ἑτερότροπος εἶχεν ἀνίη
  9. ἀρχόμενον καμάτοιο καὶ οὐ λήγοντα μερίμνης.
  10. καὶ Διὶ παμμεδέοντι δυηπαθέων γένος ἀνδρῶν
  11. ἄμμορον εὐφροσύνης ἐπεδείκνυε σύντροφος Αἰών·