Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἰθομένην Διὸς ὄμβρος ὅλην χθόνα καὶ φλόγα πόντου
  2. καὶ ποταμοὺς ἐκάθηρεν, ἀπʼ Ἀλφειοῖο δὲ μούνου
  3. οὐτιδανὸν Παφίης οὐκ ἔσβεσεν ἁπτόμενον πῦρ.
  4. ἔμπης, εἰ κλονέει με τόσος ῥόος, εἰ πυρὶ κάμνω,
  5. βαιὸν ἐμῆς ὀδύνης πέλε φάρμακον, ὅττι καὶ αὐτὸς
  6. πλάζεται ἁβρὸς Ἄδωνις ἀνιάζων Ἀφροδίτην.
  7. οὔ πω μῦθος ἔληγε, φόβος δʼ ἐβιήσατο φωνήν.
  8. καὶ τότε Δευκαλίων περόων ὑψούμενον ὕδωρ
  9. ναυτίλος ἦν ἀκίχητος, ἔχων πλόον ἠεροφοίτην,
  10. καὶ στόλος αὐτοκέλευθος ἄτερ ποδός, ἄμμορος ὅρμου,
  11. λάρνακος αὐτοπόροιο κατέγραφε δύσνιφον ὕδωρ.
  12. καί νύ κε κόσμος ἄκοσμος ἐγίνετο, καί νύ κεν ἀνδρῶν
  13. ἄσπορον ἁρμονίην ἀνελύσατο πάντροφος Αἰών·
  14. ἀλλὰ Διὸς ζαθέοις ὑπό νεύμασι κυανοχαίτης
  15. Θεσσαλικοῦ σκοπέλοιο μεσόμφαλον ἄκρον ὀρύξας
  16. γειοτόμῳ τριόδοντι διέσχισε, καὶ διὰ μέσσου
  17. ῥηγνυμένου πρηῶνος ἐχάζετο μάρμαρον ὕδωρ·
  18. καὶ χύσιν ὑψικέλευθον ἀπωσαμένη νιφετοῖο
  19. γαῖα φάνη παλίνορσος· ἐλαυνομένων δὲ ῥεέθρων
  20. εἰς βυθίους κευθμῶνας ἐγυμνώθησαν ἐρίπναι.