Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γείτων δʼ Ἠελίοιο προάγγελον Ἱστοβοῆος
  2. σκορπίον εἶχεν Ἄρης, μιτρούενον αἴθοπι Ταύρῳ,
  3. δόχμιος ἀντικέλευθον ὀπιπεύων Ἀφροδίτην,
  4. καὶ τελέων λυκάβαντα δυωδεκάμηνος ὁδίτης
  5. ἰχθύας ἀστερόεντας ἐπέτρεχεν ἀκρόνυχος Ζεύς,
  6. δεξιτερὴν τρίπλευρον ἔχων ἑλικώδεα Μήνην,
  7. καὶ Κρόνος ὄμβρια νῶτα διέστιχεν Αἰγοκερῆος
  8. φέγγεϊ παχνήεντι διάβροχος, ἀμφὶ δὲ φαιδρῇ
  9. παρθενικῇ πτερύγεσσιν ἔην ὑψούμενος Ἑρμῆς,
  10. ὅττι Δίκην δόμον εἶχε δικασπόλος. ἑπταπόρου δὲ
  11. αἰθέρος ὑδατόεντες ἀνωίχθησαν ὀχῆες
  12. Ζηνὸς ἐπομβρήσαντος· ἐριφλοίσβοιο δὲ κόλπου
  13. κρουνοῖς πλειοτέροισιν ἐμυκήσαντο χαράδραι,
  14. ὑδρηλαὶ δὲ θύγατρες ἀποσπάδες Ὠκεανοῖο
  15. λίμναι ἐκουφίζοντο, καὶ ἠέρι νέρτερον ὕδωρ
  16. κρουνοὶ ἀκοντιστῆρες ἀνέβλυον Ὠκεανοῖο,
  17. καὶ σκοπιαὶ ῥαθάμιζον, ὀρεσσιχύτῳ δὲ ῥεέθρῳ
  18. δοψαλέαι ποταμηδὸν ἐμορμύροντο κολῶναι·
  19. ὑψώθη δὲ θάλασσα, καὶ εἰς ὄρος ὑψόθι λόχμης
  20. Νηρεΐδες γεγάασιν Ὀρειάδες. ἆ μέγα δειλή,