Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἀρκτῷοί τε τένοντες· ὁμοφλεγέος δὲ καὶ αὐτῆς
  2. πηγνυμένης πάφλαζε Βορήια νῶτα θαλάσσης·
  3. καὶ Νοτίου νιφόεσσαν ὑπὸ κλίσιν Αἰγοκερῆος
  4. θερμοτέρῳ σπινθῆρι μεσημβρινὸς ἔζεεν ἀγκών.
  5. καὶ διεροῖς βλεφάροις ποταμήια δάκρυα λείβων
  6. Ὠκεανὸς λιτάνευε χέων ἱκετήσιον ὕδωρ·
  7. Ζεὺς δὲ χόλον πρήυνε, μαραινομένην δὲ καραυνῷ
  8. γαῖαν ἰδὼν ἐλέαιρε, καὶ ἤθελεν ὕδατι νίψαι
  9. λύματα τεφρήεντα καὶ ἔμπυρον ἕλκος ἀρούρης.
  10. καὶ τότε γαῖαν ἅπασαν ἐπέκλυσεν ὑέτιος Ζεὺς
  11. πυκνώσας νεφέεσσιν ὅλον πόλον, οὐρανίη δὲ
  12. βρονταίοις πατάγοισι Διὸς μυκήσατο σάλπιγξ,
  13. ἀστέρες ὁππότε πάντες ἐνὶ σφετέροισι μελάθροις
  14. κεκριμένοι δρόμον εἶχον, ἐπεὶ τετράζυγι δίφρῳ
  15. ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων
  16. ἱππεύων ἑὸν οἶκον· ἐπιτροχόωσα δὲ δίφρῳ
  17. καρκίνον ὀκταπόδην τριφυὴς κυκλοῦτο Σελήνη,
  18. καὶ δροσερὴν ὑπὸ πέζαν ἰσημερίῳ παρὰ κύκλῳ
  19. Κύπρις ἀπὸ Κριοῖο μεταστήσασα κεραίης
  20. εἰαρινὸν δόμον εἶχεν, ἀχείμονα Ταῦρον Ὀλύμπου,