Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ψευδομένης νόθον εἶδος ἐδέρκετο Περσεφονείης·
  2. καί ποτε διψαλέοιο πυραυγέι καύματος ἀτμῷ
  3. καρφαλέης φεύγουσα μεσημβρινὸν ἴχνιον Ὥρης
  4. κερκίδος ἱστοπόνων καμάτων ἀμπαύετο κούρη,
  5. καὶ διεροὺς ἱδρῶτας ἀποσμήξασα προσώπου,
  6. σφιγγομένην στέρνοισι σαόφρονα λύσατο μίτρην,
  7. καὶ χρόα λυσιπόνοισι καθικμαίνουσα λοετροῖς
  8. πηγαίῳ πεφόρητο καταψύχοντι ῥεέθρῳ,
  9. νήματα καλλείψασα πεπαρμένα Παλλάδος ἱστῷ.
  10. οὐδὲ Διὸς λάθεν ὄμμα πανόψιον· ἀσκεπέος δὲ
  11. λουομένης ὅλον εἶδος ἐδέρκετο Περσεφονείης·
  12. οὐ τόσον ἱμείρων ἐπεμήνατο Κυπρογενείῃ,
  13. ἣν ποθέων ἀκίχητα γονὴν ἔσπειρεν ἀρούρῃ
  14. θερμὸν ἀκοντίζων αὐτόσσυτον ἀφρὸν Ἐρώτων,
  15. ἔνθεν ἀεξιτόκοιο κεραστίδος ἔνδοθι Κύπρου
  16. Φηρῶν εὐκεράων διδυμόχροος ἤνθεε φύτλη.
  17. καὶ μεδέων κόσμοιο καὶ οὐρανὸν ἡνιοχεύων
  18. εἰς πόθον αὐχένα κάμψεν ὁ τηλίκος· οὐδὲ κεραυνοί,
  19. οὐ στεροπὴ χραίσμησε κορυσσομένης Ἀφροδίτης·
  20. Ἥρης δʼ οἶκον ἔλειπε, λέχος δʼ ἀπέειπε Διώνης,