Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ποικίλον ὁρμὸν ἔτεινε πολύχροον ἀμφιγυήεις·
  2. ἤδη γὰρ προτέρην ἀέκων ἠρνήσατο νύμφην
  3. Ἄρεϊ βακχευθεῖσαν ὀπιπεύων Ἀφροδίτην·
  4. δείκνυε καὶ μακάρεσσι γαμοκλόπον ἅρπαγα λέκτρων,
  5. ἀγγελίῃ Φαέθοντος ἀραχναίῳ τινὶ δεσμῷ
  6. γυμνῇ γυμνὸν Ἄρηα περισφίγξας Ἀφροδίτῃ.
  7. Ζεύς δὲ πατὴρ πολὺ μᾶλλον ἐθέλγετο Περσεφονείῃ·
  8. καὶ Διὶ παπταίνοντι φυῆς εὐπάρθενον ἥβην
  9. ὀφθαλμὸς προκέλευθος ἐγίνετο πομπὸς Ἐρώτων,
  10. Περσεφόνης ἀκόρητος· ὑπὸ κραδίην δέ οἱ αἰεὶ
  11. λαίλαπες ἐρροίζησαν ἀκοιμήτοιο μερίμνης·
  12. καὶ Παφίης κατὰ βαιὸν ἀνήπτετο μείζονι πυρσῷ
  13. ἐξ ὀλίγου σπινθῆρος· ἐπʼ εὐκόλπῳ δὲ θεαίνῃ
  14. Ζηνὸς ἐρωμανέοντος ἐδουλώθησαν ὀπωπαί.
  15. καί ποτε χαλκὸν ἔχουσα διαυγέα τέρπετο κούρη
  16. κάλλεος ἀντιτύποιο δικασπόλον, αὐτομάτῳ δὲ
  17. σιγαλέῳ κήρυκι τύπον πιστώσατο μορφῆς
  18. ψευδαλέον σκιόεντι δέμας κρίνουσα κατόπτρῳ,
  19. μιμηλὴν δʼ ἐγέλασσεν ἐς εἰκόνα· Περσεφόνη δὲ
  20. αὐτοχάρακτον ἄγαλμα διοπτεύουσα προσώπου