Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὑμετέρῳ προβλῶτες ἐπῃώρηντο κεραῖαι·
- ζώεις σῶν βλεφάρων ὀλέσας φάος· ὑμετέρων δὲ
- ὀφθαλμῶν ἀμάρυγμα νόῳ μετέθηκεν Ἀθήνη·
- χώεται ἰοχέαιρα κακώτερα Τριτογενείης.
- αἴθέ μοι ἄλγος ὄπασσεν ὁμοίιον, αἴθε καὶ αὐτὴ
- ὄμμασιν ἡμετέροισιν ἐπέχραεν ὥς περ Ἀθήνη,
- αἴθε νόον μετάμειψεν, ἅ περ δέμας· ἀλλοφυὴς γὰρ
- μορφὴ θηρὸς ἔχει με, καὶ ἀνέρος ἦθος ἀέξω.
- σφωιτέρῳ πότε θῆρες ἐπιστενάχουσιν ὀλέθρῳ;
- ἀφραδέες ζώουσι καὶ οὐ νοέουσι τελευτήν.
- μοῦνος ἐγὼ μεθέπω πινυτὸν νόον· ὀλλύμενος δὲ
- ὀφρύσι θηρείῃσιν ἐχέφρονα δάκρυα λείβω.
- ἄγριοι ἄρτι γένεσθε κύνες πλέον· οὔ ποτε τόσσον
- ἅλματι λυσσήεντι κατεσσεύεσθε λεόντων.
- αἴλινον Ἀκταίωνι, φίλαι, φθέγξασθε, κολῶναι,
- ναί, λίτομαι, καὶ θῆρες ὁμοίιον· εἰπέ, Κιθαιρών,
- Αὐτονόῃ, τά περ εἶδες, Ἀρισταίῳ δὲ τοκῆι
- δάκρυσι πετραίοισιν ἐμὴν ἀγόρευε τελευτὴν
- καὶ κύνας οἰστρηθέντας ἀφειδέας. ὤμοι ἀνάγκης,
- αὐτὸς ἐμαῖς παλάμῃσιν ἐμοὺς ἔθρεψα φονῆας.