Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- φύετο μακρὰ κόρυμβα τανυπτόρθοιο κεραίης,
- καὶ στικτοῖς μελέεσσι νόθη ποικίλλετο μορφή,
- καὶ λάσιον δέμας εἶχεν· ἀελλήεντι δὲ νεβρῷ
- εἰσέτι μοῦνος ἔην νόος ἔμπεδος· ὠκυπόρῳ δὲ
- ἔτρεχεν ἀξείνοιο διʼ οὔρεος ἅλματι χηλῆς,
- θηρητὴρ τρομέων θηρήτορας. ἀλλοφθῆ δὲ
- οὐκέτι τὸν πρὶν ἄνακτα κύνες μάθον· ἀχνυμένης γὰρ
- νεύμασιν ἀτρέπτοισι βαρύφρονος ἰοχεαίρης
- φοιτάδος οἰστρήεντι μεμηνότες ἄσθματι λύσσης
- νεβροφόνων ἐχάραξαν ὁμόζυγον ὄγμον ὀδόντων,
- ψευδομένῃ δʼ ἐλάφοιο παραπλαγχθέντες ὀπωπῇ
- στικτὸν ἐθοινήσαντο νόθον δέμας ἄφρονι λύσσῃ.
- καὶ θεὸς ἄλλο νόησε, κύνας βραδέεσσι γενείοις
- ἔμπνοον Ἀκταίωνα κεκασμένον ἔμφρονι θυμῷ
- δαρδάπτειν κατὰ βαιόν, ἵνα φρένα μᾶλλον ἀμύξῃ
- ὀξυτέραις ὀδύνῃσιν· ὑπὸ βροτέῃ δὲ μενοινῇ
- πότμον ἑὸν στενάχων κινυρῇ βρυχήσατο φωνῇ·
- Ὄλβιε Τειρεσία, σὺ γὰρ ἔδρακες ἐκτὸς ὀλέθρου
- γυμνὸν ἀναινομένης οἰκτίρμονος εἶδος Ἀθήνης·
- οὐ θάνες, οὐκ ἐλάφοιο δέμας λάχες, οὐδὲ μετώπῳ