Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης·
  2. καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ
  3. νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην.
  4. καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην
  5. μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης·
  6. Παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα·
  7. παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης·
  8. τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην;
  9. σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος,
  10. Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει,
  11. χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ,
  12. ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει,
  13. Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα·
  14. Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος
  15. τέρπεται Ἱπποδάμεια δὺν ἀρτιγάμῳ παρακοίτῃ.
  16. καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις
  17. τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ,
  18. μῶμον ἀλευομένη πατρώιον· οὕ σε διδάξω
  19. Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων,
  20. ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων